Ancient Greek
ΦΙΛΟΔΗΜ[Ο]Υ ΠΕΡΙΜΟΥϹΙΚΗϹ Δ
Philodemus, De Musica Librorum Quae Exstant 36
Not analysed yet
δ[ε]υον θαυμάζειν [κ]αὶ ἐ-
πιτηδεύειν μάταιον ὑ-
πό τε ποητ[ῶν]ν παραδεδο-
μένον οὐκ ἔϲτιν πι[ϲτό]ν. εἰ
δὲ μή γ᾿, ἐχρῆν τὰϲ αἰ[τ]ίαϲ δ[ι᾿
ἃϲ ἐδιδάϲκοντο τὴν μου-
ϲκὴν λέγειν καὶ προϲεμ-
φανίζειν, ὡϲ εὔλογοι. φαί-
νονται δ᾿ οὖν οἱ μὲν μουϲι-
κοὶ γεγονότεϲ οὐκ εὐγε-
νεῖϲ οὐδ᾿ εὐτυχεῖϲ, ἀ[λ]λὰ δη-
μ]ιουργοί τινεϲ κα[ὶ λειτουρ-
γοὶ παρὰ τὰϲ εὐωχ[ίαϲ], εἰ μή
τιναϲ ἔπλαϲαν οἱ ταῦτα δι-
ανήϲαντεϲ, τῶν δὲ με-
γ]άλων εἷϲ τιϲ ἢ δεύτεροϲ ὅ
ϲον μέτριον κιθά[ρ]ᾳ καὶ
μελωδίᾳ [χ]ρώμενοϲ,
ἅπαντεϲ δ[ὲ] παραδ[ε]χόμε-
νοι ταῦτα [δι]ὰ τέρψι[ν]. τὰ[ϲ̣
γὰρ τῶν ἀγ[α]θῶν ἀνδρῶν
πράξειϲ κ[αὶ] τἆλλα̣ [δι]ανοή-
ήματα [ἔργ]ον̣ ἔτερον ἔ-
χει. Δημόκριτοϲ μὲν
τοίνυν, ἀν[ὴρ] οὐ φυϲιολογ[ώ-
τατοϲ μόν[ον] τῶν ἀρχαί-
ων ἀλ[λ]ὰ καὶ τῶν ἱϲτορου-
μένων οὐδενὸ[ϲ] ῆτ[τον]
πολυπράγμων, μου[ϲι]κήν
φηϲι νεωτ[έ]ραν εἶναι καὶ.
τὴν αἰτίαν [ἀπ]οδίδωϲι λέ-
γων μὴ ἀποκρῖν[αι] τἀ-
ναγκαῖον [ἀ]λλὰ ἐκ τοῦ πε-
ρ]ιεῦντοϲ ἤδη [γε]νέϲθαι.