Ancient Greek
49.3
Philodemus, De oeconomia 49.3
Unproofread scanNot analysed yet
πóτας οὐκ ἔχοιεν, εἰ εὐχόμενοι εὐδαιμονεῖν. . . ἔπειτα κω-λῦονται ποιεῖν ταῦτα ὑπὸ τῶν ἀρχόντων; . . . (19) καὶ ὅτι πονηρότατοί γε εἰσιν οὐδὲ σὲ λανθάνουσιν, εἴπερ πονηρίαν γε νομίζεις ἀργίαν εἶναι καὶ μαλακίαν ψυχῆς καὶ ἀμέλειαν. καὶ ἄλλα δ’ εἰσὶν ἀπατηλαὶ τινες δέσποιναὶ προεποιούμεναι ἡδοναὶ εἶναι, κυβεταὶ τε καὶ ἀνωφελεῖς ἀνθρώπων ὁμι-λίαι, . . . (21) Ἄλλὰ καὶ ἄλλοι, ἔφη, ὦ Σώκρατες, ἐργάζεσθαι μὲν οὐ καλοῦνται ὑπὸ τούτων, ἀλλὰ καὶ πάνυ σφοδρῶς πρὸς τὸ ἐργάζεσθαι ἔχουσι καὶ μηχανᾶσθαι προσόδους· ὅμως δὲ καὶ τοὺς οἴκους κατατρίβουσι καὶ ἀμηχανίας συνέχονται. Δοῦλοι γάρ εἰσι καὶ οὗτοι, ἔφη ὁ Σωκράτης, καὶ πάνυ γε χαλεπῶν δεσποτῶν, οἱ μὲν λιχνειῶν, οἱ δὲ λαγνείων, οἱ δὲ οἰνοφλυγιῶν, οἱ δὲ φιλοτιμιῶν τινων μώρων καὶ δαπανηρῶν. . . (23) ἀλλὰ δεῖ, ὦ Κριτόβουλε, πρὸς ταῦτα οὐχ ἧττον διαμάχεσθαι περὶ τῆς ἐλευθερίας ἢ πρὸς τοὺς σὺν ὅπλοις πειραμένους καταδουλοῦσθαι. πολέμιοι μὲν οὖν ἤδη κ. τ. λ.