Ancient Greek
58.2
Philodemus, De oeconomia 58.2
Unproofread scanNot analysed yet
χρωμένους ὥστε συνεργούς ἔχειν αὐτὰς εἰς τὸ συναύξειν τοὺς οἴκους, τοὺς δὲ ἢ πλεῖστα λυμαίνονται. (11.) Καὶ τούτων πότερα χρή, ὦ Σώκρατες, τὸν ἄνδρα αἰτιᾶσθαι ἢ τὴν γυναῖκα; . . . τῆς δὲ γυναικός, εἰ μὲν διδασκομένη ὑπὸ τοῦ ἀνδρὸς τἀγαθά κακοποιεῖ, ἴσως δικαίως ἂν ἡ γυνὴ τὴν αἰτίαν ἔχοι, εἰ δὲ μὴ διδάσκων τὰ καλὰ κάγαθὰ ἀνεπίστημοι τούτων χρώτο, ἀρ’ οὐ δικαίως ἂν ὁ ἀνὴρ τὴν αἰτίαν ἔχοι; . . . . (15.) συστήσω δέ σοι ἐγὼ καὶ Ἀσπασίαν, ἡ ἐπιστήμονέστερον ἐμοῦ σοι ταῦτα πάντα ἐπιδείξει. νομίζω δὲ γυναῖκα κοινωνὸν ἀγαθὴν οἴκον οὔσαν πάνυ ἀντίρροπον εἶναι τῷ ἀνδρὶ ἐπὶ τὸ ἀγαθόν. ἔρχεται μὲν γὰρ εἰς τὴν οἰκίαν διὰ τῶν τοῦ ἀνδρὸς πράξεων τὰ κτήματα ὡς ἐπὶ τὸ πολὺ, δαπανᾶται δὲ διὰ τῶν τῆς γυναικὸς ταμειωμάτων τὰ πλεῖστα· καὶ ἐγὼ μὲν τούτων γιγνομένων αὐξονται οἱ οἶκοι, κακῶς δὲ [τούτων πραττομένων οἱ οἶκοι] μειοῦνται.