Ancient Greek · ~2 min
Column 10
Philodemus, P.Herc. 1005 10-2
Not analysed yet
ἐν τοῖς Πε ρ ὶ τῆς τῶν ἀ τ ό μων ἀ νομοιότητο ς καὶ πε ρὶ παρεγκλίσεως καὶ τῆς τοῦ ἀθρόου προκαταρχῆς, καὶ περὶ τελειώσ εως ἄκρας καὶ τ ῆ ς εὐδαιμονίας ἐν τοῖς Περὶ τελῶν. πρός γε μὴν τὰ κατηγορούμε να τοῦ λόγου καὶ τοῦ βίου τῶν περὶ τὸν Ἐπίκουρον, δι' αὐτῶν ἀπελογήθη τῶν ἐν τοῖς βυβλίοις ἀμύθητα περὶ ἑκάστου παρατιθείς, ὡς Περὶ γραμματικῆς καὶ Περὶ ἱστορίας καὶ Περὶ παροιμιῶν καὶ τῶν ὁμοίων καὶ Περὶ λέξεως καὶ Περὶ ποιημάτων χρήσεως καὶ Περὶ εὐσεβε ίας