Ancient Greek
Column 12
Philodemus, P.Herc. 1008 12
Not analysed yet
κον οστω ι λ τὸν διὰ τὴν ιασμον καὶ παραμετρεῖν ἑαυτὸν μὴ πρὸς τοὺς πενεστέρους ἀλλὰ πρὸς τοὺς καθ' ἕκαστον εἶδος ὑπερέχοντας, ἐπειδὴ τὸ μ ὲν ἐξαίρει, τὸ δὲ συστέλλει, τοῦτο μὲν ἐπ' ἀγ ρῶν κτή σεως, τοῦτο δ' ἐπ' ἀρχῆς καὶ βασιλείας πόλεων καὶ ἐθνῶν: π α ρ υπομιμνή σκε σθα ι δὲ καὶ τοῦ συναντᾶν εἰωθότος φθόνου τοῖς ὑπερ ηφανοῦσιν, ὃς ὀφθαλμία τίς ἐστιν ψυχῆς, ὥστε καθάπερ τοὺς ὀφθαλμοὺς ἡ τῶν συναντώντων γεγανωμένη χλανὶς ἐνοχλεῖ, κωφότερον δ' ἤπερ ἐὰν παριὼν καὶ ἀναβαλλόμενος διατινάξῃ, παραπλησίως καὶ τὸν φθονερὸν λυπεῖ μὲν τἀλλότρια τῶν ἀγαθῶν, οὐχ οὕτω δ' ὥσπερ ὅταν οἷον ἀναπτερυγίζοντά τινα καταμάθῃ δι' αὐτὰ καὶ πρὸς ὕψος ἐξαιρόμενον· τότ ε δὲ προσφὺς ἔδακεν· ὅσαι δ' ἀπώλειαι διὰ φθόνον γίνονται, βλέπεται τοῖς ἅπασιν. —ἐννοεῖν δὲ καὶ τὴν ἐπιχαιρεκακίαν, ὅταν εἰς ἀτυχίαν μεταπέσῃ· λυπηρὰ γὰρ, ἅτε συνἐπιτιθεμένων εὐλόγως τῶι τῆς τύχης πταίσματι τῶν πολλῶν κατ' ἐχθρῶν ὁμολογουμένων θε