Ancient Greek
Column 21
Philodemus, P.Herc. 1008 21
Not analysed yet
τὸν μὲν σεμνὸν ἐπαινοῦντες ὡς ἀξίαν ἔχοντα μετά τινος αὐστηρίας, τὸν δὲ σεμνοκόπον καὶ τότε καὶ νῦν πάντως ψέγοντες ὡς ἐπιφάσκοντα τὸν εἰρημένον καὶ προσποιούμενον εἶναι τοιοῦτον ἐν τοῖς ὄχλοις καὶ διὰ τῶν λόγων (ὃν σεμνομυθ εῖν ἔλεγον) καὶ τῶι σχήματι τοῦ προσώπου καὶ τῶν ὀμμάτων καὶ περιβολῆι καὶ κινήσει καὶ ταῖς κατὰ τὸν βίον ἐνεργείαις. Καὶ βρενθύεσθαι δὲ καὶ βρενθυόμενο ν ὠνόμαζον καὶ ἔτι νῦν ὀνομάζουσιν (εἴτ' ἀπὸ τοῦ παραδεδομένου θυμιάματος ἢ μύρου τῶν θεῶν βρένθυος, ὡς καθ' ἡμᾶς καὶ μίνθωνος ἀπὸ τῆς μίνθης, εἴτ' ἀφ' ὁτουδήποτε) τὸν ἀπὸ τῆς εἰρημένης διαθέσεως κατεμβλέποντα πᾶσιν καὶ παρεμβλέποντα καὶ τῆι κεφαλῆι κατασείοντα καὶ κατασμικρίζοντα τοὺς ἁπαντῶντας ἢ τοὺς ὧν ἄν τις μνημονεύσηι, κἂν ὦσι τῶν μεγάλων εἶναι δοκούντων, μετὰ διασυρμοῦ καὶ μόλις που βραχείας ἀποκρίσεως ὑπεροχὴν ἰδίαν ἐμφαινούσης, ἄλλου δ' οὐδενὸς ἀριθ μὸν ἐμποιούση ς· οἷον ὁ Ἀριστοφάνης· ὅ τ ι βρενθύει τ' ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις ἐκωμώιδει. Ὁ δ' εἴρων ὡς ἐπὶ τὸ πλεῖστον ἀλαζόνος εἶδος