Ancient Greek
Column 23
Philodemus, P.Herc. 1008 23
Not analysed yet
θεων μοι· πάντα γὰρ δεινὸς σὺ κατεργάσασθαι· κἂν συνέλθῃ, τὸν καταπληττόμενον ἐμφαίνειν τό τε εἶδος καὶ τὴν ἀξίαν καὶ τὸν λόγον καὶ πρὸς τοὺς συνκαθημένους θαυμάζοντα, καὶ προ σκαλούμενος εἰς κοινολογίαν φοβεῖσθαι καὶ τἀλάχιστα φάσκειν ἄπορα καταφαίνεσθ' ἑαυτῶι καὶ διαγελάσαντος ὀρθῶς μου καταφρονεῖς τηλικοῦτος ὤν· καὶ γὰρ αὐτὸς ἐμαυτοῦ· καὶ νέος ὤφελον εἶναι καὶ μὴ γέρων, ἵν' ἐμαυτὸν ὑπέταξά σοι· κἄν, τῶν συνπαρόντω ν ὁτο υδηποτ' εἰπ όντος ἐκδήλως, ἐκεῖνος εἴπῃ τοιοῦτον διὰ τί λέγεις, ἐπιφωνεῖν τὰς χεῖρας ἀνατείνας ὡς ταχὺ συνῆκας, ἀλλ' ἀφυ ὴς ἐγὼ καὶ βραδὺς καὶ δυσαίσθητος· καὶ προσέχειν μὲν διαλεγομένωι καὶ ἐνχάσκειν, εἶθ' ὑποκιναιδεῖν καὶ διανεύειν ἄλλοις, ποτὲ δ' ἀνακαγχάζειν· οἷος δὲ κα ὶ πρὸς οὓς ἔτυχεν ὁμιλῶν· διασαφεῖτέ μοι τὰς ἐμὰς ἀγραμματίας καὶ τὰς ἄλλας ἀστοχίας ὑμεῖς, ὦ φίλοι, καὶ μὴ περιορᾶτ' ἀσχημονοῦντα καὶ οὐ διηγήσεσθέ μοι τὰς τοῦ δεῖνος εὐημερίας, ἵνα χαίρω, κἂν ἄρα δυνατὸς ὦι, μιμῶμαι; καὶ τί δεῖ τὰ πλείω λέγειν; ἅπαντ α γὰρ τὰ Σωκρατικὰ μνημονεύματα συλλέγων