Ancient Greek
Column 19
Philodemus, P.Herc. 1050 19
Not analysed yet
νῦν δὲ σοφῶι γενομένωι καὶ ποσὸν χρόνον ἐπιζήσαντι τὸ μέγιστον ἀγαθὸν ἀπείληπται. τῆς δὲ κατὰ τὴν ἰσότητα αὐτοῦ καὶ τὴν ὁμοείδειαν πορείας γινομένης, ἕως εἰς ἄπειρον, εἰ δυνατὸν εἴη, χ ρονίζειν οἰκεῖόν ἐστιν. ἂν δὲ παραγράφηται, τῆς μὲν εὐδαιμονίας ἀφαίρεσις οὐ γίνεται τῆς γεγονυίας, κωλυσις δὲ τ ῆς ἔτι μετουσίας αὐτῆς, ἀλλ' οὐδὲ τοῦ μη κέτ' εἶναι ταύτην ἐπαίσθησις γίνεται. καὶ Μητρόδωρον Ἐπικουρ ε τοσαῦθ' ὅσα προεῖχεν ἔτη πλείονα ἐπιβιῶσαι χαρτοσβ πλείω χρόνον οσενντατ δε ἀπολαι ξειν ε τωιμομ τοδι νο χ ημω πονη αν ενο δ ιωσ ι λ ο εναεπ μ δ' ἐπιδέχ ε ται γ α σ τοῖς αὐτο ῖ ς χρηστέον παραμυθίοις, ὁ δ' ἐπιδεχόμενος οὐκ ἀνυ ήσεται, λυπήσεται δ' οὐδαμῶς ἀναιρούμενος ἐκ τῶν ὄντων, ὡς εἰ μηδεμίαν ἶσχεν τῆς ἐλλείψεως ἐπαίσθησιν. ὁ δ' ἄφρων οὔτ' ἀξιόλογον ἐπιλήψετ' ἀγαθὸν ἂν καὶ τὸν Τιθωνοῦ διαγένηται χρόνον, οὔτ' ἀλλοτριώτερον αὐτὸν ἐ κλιπεῖν ὅταν γέ νηται τὴν ταχίστην, ἀλλ' οὐχὶ βραδύτερον, ἂν