Ancient Greek
Fragment 1
Philodemus, P.Herc. 1065 1-2
Not analysed yet
α ἡ τῶν σημειώσεων σύνθεσις οὐκ ἀνασκευῆι τοῦ εἰ τόδε τοῦτ' ,ἀλλὰ κατελήφθη διὰ τῶν φαντασιῶν τῶν τὰς χρείας ἀποδιδουσῶν. ὁ δέ γε ἀπορῶν πῶς κριθήσεται ἡ τῆς διανοίας φαντασία συνθετέον τὰς σημειώσεις οἴεται, ἐὰν ἐπιμαρτυρῆται διὰ τῆς ὄψεως μήτε τοῖς πᾶσιν ,ἃ κριτήρια λέγεται τῶν ἀδήλων κατὰ τὰς αἰσθήσεις καὶ προλήψεις καὶ τὰς φανταστικὰς ἐπιβολὰς τῆς διανοίας καὶ τὰ πάθη ,ἀντιπίπτηι.