Ancient Greek
Column 12
Philodemus, P.Herc. 1251 12
Not analysed yet
φωτω ουσι σαφῶς οὐκ ἔχοντες ἃς ἀξιοῦμεν ὑπολήψεις. καὶ μᾶλλον εἰς ὀρθοπραξίαν ὑπὸ τῶν νόμων ἄγονται θάνατον ἀνατεινομένων καὶ τιμωρίας ἐκ θεῶν καὶ πόνους ὡς δυσεκπονήτους καὶ στερήσεις ἐνίων ὡς δυσπορίστων, τὸ μὲν ἐκ τῶν κατὰ τὴν ἀρχὴν εἰρεμένων, τὸ δ' ἐκ τοῦ πρὸς ἄφρονας ταῦτ' ἀνατείνεσθαι καὶ μὴ δυναμένους ὑπὸ τῶν ἀλη θινῶν πείθεσθαι παραγγελμάτων καὶ μόνον ἐπισχέσεις δι' αὐτῶν γίνεσθαι πρὸς ὀλίγον χρόνον. καὶ φανερὸν εἶναι τὰς ὑπολήψεις σαν επο