Ancient Greek
Column 14
Philodemus, P.Herc. 1251 14
Not analysed yet
οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονί μως κ αὶ καλῶς καὶ δικαίως, ἔτι δ' ἀνδρείως καὶ ἐγκρατῶς καὶ μεγαλο ψύχως καὶ φιλοπ οητικῶς καὶ φιλανθρώπως καὶ καθόλου πασῶν τῶν ἄλλων ἀρετῶν ὑπαρχουσῶν, ὡς τῶν μεγίστων παραπτωμάτων ἐν ταῖς αἱρέσεσι καὶ ταῖς φυγαῖς συντελουμένων, ὅταν τἀναντία νομίζοντες ἔνιοι καὶ διὰ τοῦτο συνεχόμενοι ταῖς κακίαις ἕκαστ' ἐνεργῶσιν· οὐ συκοφαντητέον μέντοι γε τὴν τῶν στοιχείων παράδοσιν ἕνεκα ς τῆς ἐπιπλοκῆς καὶ τῆς πάντως ἀκολουθίας ἐνίοις ἐνίων λέγοντα· τὰς γὰρ ἐπιθυμίας ἐν ί οτε