Ancient Greek · ~5 min
Column 27
Philodemus, P.Herc. 1424 27
Not analysed yet
τοντα κενὰ καὶ κατελπίζοντα δαπανᾶν ὑγρότερον, δοκεῖ μὲν οὐ δυσχερὲς εἶναι λέγειν, πάσχουσι δ' αὐτὰ καὶ τῶν φιλοσόφων πολλοί. Φίλων μὲν τοίνυν ὑπαρχόντων φειστέον μᾶλλον, ἵν' ἔχωσιν καὶ τελευτήσαντος ἐφόδιον, καὶ οἷα τέκνα θετέον, οὐχ ὑπαρχόντων δὲ καὶ τῆς ἀκριβεστέρας οἰκονομίας ἀνετέον, οὐχ ὅτι τῆς φειδοῦς. Εἰ δέ τινα καὶ τῶν παρὰ Ξεν οφῶντι καὶ Θεοφράστωι συνεχωροῦμεν οὐκ ἀδόκιμα καὶ φιλοσόφοις εἶναι, προσποιητέον κἀκεῖνα, μᾶλ λον αἰσχυνομένους εἴ τι παραπέμπομεν ὠφέλιμον ἤτ οι μεταφέρομεν παρ' ἄλλων. Εἰ δὴ καταμέμψεταί τις ἡμῶν περὶ οἰκονομίας ἀναγραφόντων, ἡμῖν μὲν ἱκανὸς μετ' Ἐπικούρου Μητρόδωρος ἐπιστέλλων καὶ παραινῶν καὶ διοικῶν ἐπι μελέστερον καὶ μέχρι μικροτέρων καὶ ποιῶν αὐτός, εἰ καὶ μὴ τὸ πρᾶγμ α κατήπειγεν ὡς φαίνεται· τοὺς δ' ἀπ' ἄλλης ἀγωγῆς ἀναστελλέτωσαν οἱ καὶ σατρ απικώτεροι τῶν φιλοσόφων, οὓς ἀπεθεωρήσαμεν τὰ τοιαῦτα λόγου πολλοῦ κατηξ ιωκότ ας ἀλλὰ δὴ καὶ πι θανώτερος ἂν εἶ ναι δόξειεν ὁ παντελῶς ὀλίγα φήσων ἡμᾶς περὶ πράγματος μ ειζόνως ὠφελή σοντος· ἀλλ' οὐδ' αὐτὸν φοβ ησόμεθα τὸ μὴ πλείονος τερθρείας δε ῖσθαι τὴν ἀτάραχον οἰκονομίαν καὶ τὸ μικ ρὰν εἶναι τὴν πλούτου πρὸς πενίαν ὑπεροχὴν ἐννοοῦντες, ἅμα δ' οὐδὲ δυνατοῦ καθεστῶτος ὁρίζειν παραγραφαῖς τὰς ἐπιμελείας, ἀλλ' ὁλοσχερεστέρων ἀνάγ