Ancient Greek
Column 18
Philodemus, P.Herc. 1506 18
Not analysed yet
οαων παια συμφωνι ομοεινεηλου σ τε τούτων τῶν στασιαζόντων ἀνθρώπων ειομοποθλου νωνυμίας ὑπαρχούσης κατὰ τον· πῶς οὐκ ἐπῆλθεν αὐτῶι ταῦτα γράφοντι καὶ τὸ πρὸ τούτων πρὸς αὑτὸν ἐνθυ μ ηθῆναι; τί δήποτε οὔτε Σωκράτης ὁ γινώσκων ἕνα πρὸς ἕνα συλλύειν ἔοικεν ἱκανὸς ἕ να πρὸς πλήθη οὔτ' Ἀντισθένης οὔτε Ζήνων οὔτε Κλεάνθης οὔτε Χρύσιππος οὔτε ἄλλος τις τοιαύτας προκοπὰς πεποιημένοι; Καὶ μὴν ἂν λέγηι, ὅτι ἔστα ι δυνατὸς καὶ πολλὰς πρὸς ἀλλήλας συλλύειν καὶ μὴ μαχο μ ένας ποιεῖν, ὡς ὁ μουσικὸς τὴν μίαν λύραν εἰς συμφωνίαν ἄγει πρὸς τὰς πολλάς, οἱ ῥήτορες οὐ τοῦτο σκοποῦσι τὸ μὴ μαχομένας ἔχειν. Καὶ μὴν νὴ Δία, φησίν, εἷς ἢ οὐ δεὶς μνημονεύεται τούτω ν πεπρεσβευκὼς ἐπὶ τῶι συμφέροντι τῆς πατρίδος.