Ancient Greek
Column 39
Philodemus, P.Herc. 1506 39
Not analysed yet
εἰ δέ τινες ἀγνο ίαι τῶν ἀ π η ντημένων ζητο ῦσιν, ε ἰ τῆι ῥητορικῆι συνβ έβηκε ν πολι τικῆι εἶναι κα ὶ εἰ μία ἐστὶν δύναμις, ἀφ' ἧς ῥήτορέ ς τινές εἰσιν κα ί, μὰ Δία, πολ ιτικοί, καὶ πά λιν, εἰ τῆ ι πολιτικῆι συμβέβ ηκεν ῥητορικῆι πάντως εἶναι, πραγματικῶς ζητοῦσι ,διόπε ρ ἂν ἐγράφη καὶ τὸ πρόβλη μ α καλῶς, εἰ ἡ ῥητορικὴ κ αὶ πολιτι κή ι ἐστιν. ἡμεῖς οὖν πρὸς τὰς ἐ π ιζητήσ εις ἀπαντ ῶ ντες ἱστάμεθα λέγο ντε ς, τῆι μὲν σο φ ιστ ι κῆι ῥητορικῆ ι μ ὴ συμβ ε β η κέναι τὴν πολιτικὴ ν μήτ' εἶναι ταύτην καὶ πολιτικήν, μηδ' ὅλως ἀπὸ τῶν ῥητορικῶν διδασκαλιῶν ἀποτελεῖσθαι δύ ναμιν πολιτικὴν καὶ πολι τι κ οὺς ἄνδρας, τῆ ι μέν τοι γ' ἐνπράκτωι ῥητορι κῆι καὶ ἐν ἐκκλησίαις κ αὶ τοῖς ἄλλοις πο λιτικοῖ ς συλλόγοις προχωρούσ ηι καθὸ ῥητορικῆι σ υ μβεβηκέναι τὸ πολιτικῆι εἶναι καὶ ὑπάρχειν αὐτὴν π άντως καὶ πολιτικήν, καὶ τὸν ῥήτορα πολιτικὸν καὶ δημηγό