Ancient Greek
Column 45
Philodemus, P.Herc. 1506 45
Not analysed yet
ν τηναι λέγοιμεν ἂν πολιτικοὺς ἢ γεωμέτρας καὶ γραμματικούς, ἢ συμβεβηκ έναι αὐτῆι ταύτας τὰς ἐπ ιστ ήμας; τί δὲ μᾶλλον ἀπὸ τῆς ῥητορικῆς ταύ της ἧι ῥητορικὴ πολι τι κοὺς ἂν γείνεσθαι λέγοιμεν ἢ σώφρονας καὶ ἀνδρ ε ίους καὶ μ εγ αλοψύχους, καὶ ταῦθ' ὑπ άρχ ειν αὐτῆς ἴδια; καθάπερ γαρ οὐκ ἄν, μὰ Δί', ἔχοιμεν ταῦτα λέγειν διὰ τὸ πολλοὺς ὁρ ᾶσθαι τῶν τὴ ν δύναμ ιν τ αύτην οὐ κ ἐχόντων καὶ γεωμέτρας ἀγαθοὺς καὶ γραμματικοὺς ὄντας καί, νὴ Δί', ἀνδρείους καὶ δικαίους κα ὶ φιλοσόφους μᾶλλον ἢ οὐχ ἧ τ τόν γε τῶν τὴν ῥητορ ικ ὴν δύναμιν ἐχό ντω ν, πολλοὺς τῶν τὴν ῥητορικὴ ν κεκτ ημένων ἕξ ι ν ἐμφ ανέσ τατα τῶν εἰρη μένων ἐπ ι σ τημῶν ἐσ τ ερῆσθαι, τὸν αὐτὸν τρόπον, ἐ πεὶ πολλοὶ τῶν οὐχ οἷ ο ν περιπεποιημένων τὴν ῥητορικὴν δύναμιν, ἀ λλ' οὐδ' ὅλως πα