Ancient Greek · ~6 min
Column 51
Philodemus, P.Herc. 1506 51
Not analysed yet
ὅταν δὲ δικ ά ζ ω σι ν τὸν ὅρ κον φοβ ο ύ μενοι προσέχουσι τὸ ν νοῦ ν τοῖ ς λε γομένοις, ἐ ν δὲ ταῖς πανηγύρεσι καὶ δε ί ξεσι τῶν σοφιστῶν οὐθὲν οὔθ' ὑπὲρ ὅρ κ ου φρ ον τίζοντες -οὐ γὰ ρ ὀμω μ όκασιν ὀρ θ ῶς κ ρ ί νειν -οὔθ' ὑπὲρ τῶν λ εγο μένων, ε ἰ συμφέρει τ ῆι πόλει ἢ μὴ -οὐ γάρ ἐστιν ὑπὲρ πολέμου καὶ ε ἰ ρ ήνης ὁ λόγος, ὑπὲρ ὧν ἀ ν αγκαῖόν ἐστιν ἄττα δή ποτε ψηφίσασθαι, ἐὰν δὲ καὶ ὑπὲρ πολέμου καὶ ε ἰρήν η ς ἦι γ' ἢ καὶ ἄλλου τιν ός, ὧ ν ἐ ν ταῖς ἐκκλη σίαι ς βουλεύοντ α ι, οὐ περὶ κατεπ ε ίγοντός τινός γε οὐδενός ἐστι ν ἐν τῶι παρόντι ὁ λόγος -,ὥστε σφόδρα ἔξωι ὄντες τοῦ ἀγωνιᾶν ἀκούουσιν ἐν ταῖ ς πα νη γύρεσιν -ὅταν δ' οὕ τ ως ἀκούω σι, τοῖς μὲν λεγομ ένοι ς οὐ π ρ ο σέχο υ σ ι ν, π ότερα συμφ έ ρο ντα ἢ οὐ συμ φ έροντα κ α ὶ τὸ σύν ο λον ἀλ ηθῆ ἢ οὐκ ἀ λη θῆ, ὑπ' αὐ τ οῦ δὲ τοῦ ἤχου κ αὶ τῶν περιόδων καὶ τῶν παρίσ ω ν καὶ ἀντιθέτων καὶ ὁμοιοτελεύτων ψυχαγωγούμενοι ἤδη προσεδόκησαν, εἰ οὕτω ι λαλώ ιησαν, καὶ ἐν ἐκκλησίαις καὶ δικαστηρί ο ις