Ancient Greek · ~4 min
Column 58
Philodemus, P.Herc. 1506 58
Not analysed yet
θὸν π ολιτι κὸν ἢ ἀγαθὸν ῥήτορα πολλὰς ἔχ ειν ἀρετὰς καὶ σ ώζεσθ α ι τὰς πόλεις οὐχ ὑπὸ τῶν ῥητόρω ν ἢ πολιτικῶν, ἀλλὰ ὑπὸ τῶν ἀγαθῶν, ὀρθῶς ἐρεῖ. καλὸν μὲν οὖν γένοιτ' ἄν, εἰ κα ὶ φιλοσοφίαι χορ εύσειεν ὁ πολιτικός, ἵνα καὶ νεανι κωτέ ρως ἀγαθὸς ἦ ι, κα ὶ διὰ τοῦτο λέγομε ν ,ὅτι φιλο σοφίαι κα ὶ κο ιν ῶ ς προστεθεῖσα π ολιτικῆι διαθέ σει κ αὶ κατὰ μέρος ὑποθήκας προσε χ εῖς τ ῆι πολε ι τικῆι διοικήσει π αρ αδοῦσα διαφορὰν οὐρανομήκη ποιήσει πρὸς τὸ κρεῖττον. οὐ μὴν ἀλλὰ γένοιτ' ἂν ἀγαθὸς ῥήτωρ καὶ πολιτικὸς καὶ πολλὴν τὴν ὡς ἐν ἰδιώταις ἔχων ἐπιείκειαν καὶ χρηστότητα καὶ τὴν ἄλλην μετριοπαθίαν τε καὶ φρόνησ ι ν ἔκ τε τῆς φ ύσεως καὶ τῆς ἀγωγῆς κα ὶ τῆς ἀκολούθου το ύτοις ἀγχι νοίας.