Ancient Greek
Column 9
Philodemus, P.Herc. 1506 9-2
Not analysed yet
οἱ πολιτευόμενοι καλῶς κατ' οὐθὲν μαθόντες τὴν τῶν ῥητόρων δύναμιν ἐοί κασιν μετεσ χηκέναι καὶ ταύτης, οὐ διὰ τὴν πολιτικὴν ἐνπειρίαν ἀλλὰ διὰ τοὺς δ κασμους· ὁ γὰρ ἐπιβ οης Πεισίστρατος καὶ Κλεισθένης ῥήτορες ὑπῆρχον καὶ Θεμιστοκλῆς ὁ τῶν ἁπάντων στρατηγικώτατος καὶ Περικλῆ ς ὁ τοσούτοις ἀγ αθοῖς τὴν πόλιν κοσμήσας τὴν τῶν Ἀθηναίω ν εἰς δύναμιν καὶ πλοῦτον καὶ τὴν ἐν ἀνθρώποις δόξαν καὶ Παυσανίας ὁ τὴν ἐν Πλαταιαῖς μάχην βραβεύσας καὶ Κίμων ὁ ἐν πλείστοις ἀγωνισάμενος τόποις, ἐπ ιδείξας δὲ τῇ τότε καὶ ναυμαχίαι καὶ πεζομαχίαι τοὺς βαρβάρους νικῶν, πῶς εὖ τις ἂν αὐξάνοι τὴν δύναμιν τῶν πολιτῶν, καὶ Ἀλκιβιάδης ὁ τῶν Λακεδαιμονίων καὶ πάντων Πελοποννησίων κρατήσας ανα σι καὶ της Ἰσοκράτους καὶ μυρίο ι πρὸς τούτοις ἕτεροι, περὶ ὧν λέγοντα μηκύνε ιν ἄκαιρόν ἐστιν.