Ancient Greek · ~3 min
Column 1
Philodemus, P.Herc. 152 1
Not analysed yet
δια να ντινηναλ εν συμβέβηκεν ἀειδίους ἔχειν αφ νω λυ πεις, ἀλλ ευα μιοι δι' αἰῶνος· οὐ μὴν ἅπαντας ἁ πάντων οἰητέον εἶναι φίλους, ἧι κατὰ τὸ σύνη θές γε φίλοι καλοῦνται· τοὺς γὰρ ἀπείρους οὐ δυνατὸν ἀλλήλοις εἰς γνῶσιν ἀφικνεῖσθαι. διόπερ οὐ π ά ντων τῶν ἐν τῆι γῆι σο φῶν φίλους ἄν τις εἴποι τοὺς θεοῦς ἀληθῶς, εἴ τις ι φιλήσει λ ων πα ς τὸν φιλόσοφον καπ τοῖς θεοῖς, καὶ θαυμάζει τὴν φύσιν καὶ τὴν διάθεσιν καὶ πειρᾶται συνεγγίζειν αὐτῆι καὶ καθάπερ εἰ γλίχεται θιγεῖν καὶ συνεῖναι, καλείτω καὶ τοὺς σοφοὺς τῶν θεῶν φίλους καὶ τοὺς θεοὺς τῶν σοφῶν. ἀλλ' οὐκ ἐοίκαμέν που τὰ τοιαῦτα τὴν φιλίαν ἐρεῖν, ὥστε βέλτειον αὐτὰ τὰ πράγμα