Ancient Greek · ~2 min
Column 9sup
Philodemus, P.Herc. 152 Column 9sup
Not analysed yet
όχροι φύσεις ἐπὶ ταὐτοῦ τοῖς θεωρουμένοις ἡλίῳ καὶ σελήνηι διαστήματος ἥλιος εἶναι καὶ σελήνη. καθ' ὃν τρόπον ἐπὶ τῆς αὐτῆς ἐπιφανείας χρόαι πλείους διαφόρως π ροσ πίπτουσιν, ὡς αὐτὰ τα τὰ τοῦ κατόπτρου καὶ τῆς ἐμφάσεως, τοῦ μὲν κατόπτρου τελέως μικροῦ φαινομένου, τῆς δ' ἐμφάσεως μεγάλης, ἐπὶ δὲ ταὐτοῦ. κατὰ τοῦτο λέγομεν, ὅτι διελεῖν οὐκ ἔστιν ἀριθμῶι τὸ διάστημα, ποῦ δεῖ τι θέναι, ὅτι τὸ μὲν ἐπὶ τοῦδε, τὸ δ' ἐπὶ τοῦδε.