Ancient Greek · ~2 min
Column 3
Philodemus, P.Herc. 1538 3-2
Not analysed yet
ἢ καλῶς φερομένη καὶ τὴν διάνοιαν κεκρατημένως ἐκφέρουσα, διέψευσται μὲν τῶι μὴ τέρπειν ἦχον ἐν συνθέσει ποήματος, οὐ διορίζει δὲ τὴν ἀρετὴν τῶι τίνα καὶ ποίαν δεῖ διάνοιαν ἐκφέρειν μὴ ὑπογεγραφέναι καὶ τῶι τὸ κεκρατημένως τι ποτ' ἐστὶν ἀγνοεῖσθαι τό τ ε καλῶς μηδὲν ἧττον καὶ τῶι καὶ πεζοῦ λόγου ποιοῦ τινος κοινὴν ὡσπερεί τιν' αὐτὴν εἶναι κἂν λέγειν ἐνίους. ἡ δὲ σύνθεσις λέξεως ἐναργῶς καὶ ἐμφατικῶς τὴν ὑποτεταγμένην διάνοιαν σημαίνουσαν κοινή γ' ἐστι καὶ λόγου παντὸς ἀρετής. καὶ τοῖς ὅλοις