Ancient Greek · ~2 min
Column 4
Philodemus, P.Herc. 1538 4-2
Not analysed yet
ὅσα τὰς ὠφελίμους ἢ τὰς ὠφελιμωτέρας περιείληφε. καὶ διότι κἂν ὠφελῆι καθ ὸ ποήματ' οὐκ ὠφελεῖ. καὶ διότι τὸ μάλιστ' ὠφελοῦν ἄριστον ἐροῦσιν, οὐκ ἐσόμενον ἂν ἰατρικῶς ἐκφέρηται. καὶ τὸ κεκρατημένως ἐξηγήσεως δεῖται καὶ τὸ πρὸς τὴν ἀκοὴν ἐμφατικῶς οὐ μόνον ἀδιάληπτόν ἐστιν, ἀλλ' οὐδὲ νοῦν ἔχον. καὶ οὐ μᾶλλον ἐμφατικῶς ἢ σαφῶς, ἔστι δ' ὅτε συντόμως καὶ εὐπρεπῶς καὶ κομψῶς καὶ πολλαῖς ἄλλαις ἰδιότησι πεποικιλμένως ἀξιώσει τις. καὶ κοινῶς ὁ διορισμὸς εἶναι δόξει καὶ τῶν ἀπο