Ancient Greek · ~2 min
Column 1
Philodemus, P.Herc. 182 1-2
Not analysed yet
γοι ησαιτην πρ υσινων ν ειακατα δ ινο τοῦτο. πᾶσι γὰρ ὡς ἐκεῖνο φανερόν ἐστιν ὅτι κακόν, ο ὕ τω καὶ τοῦτο. διὰ μ ὲ ν δὴ τοιούτων, ὅτι ληρῶδές ἐστι τὸ ψέγειν ἐγκεχείρηκεν, ἀδολέσχως δὲ καὶ καθάπερ εἴωθεν. εἰ μὲν ου ἐπ ετίμαι τοῖς ψέγουσι μόνον, ἄλλο δὲ μηδὲ ἓν ποιοῦσιν ἢ βαι όν, ὡς Βίων ἐν τῶι Περὶ τῆς ὀργῆς καὶ Χρύσιππος ἐν τῶι Περὶ παθῶν θ εραπευτικῶι, κἂν μετρίως ἵστατο. νῦν δὲ τὸ καθόλ ο υ, τὰ παρακολουθοῦντ α κακά, τιθέναι πρὸ ὀμμάτων καταγέλαστ ον ει αι καὶ ληρῶδες ὑπολαμβάνων αὐτὸς ἐστι ληρώδης καὶ καταγέλαστος