Ancient Greek · ~3 min
Column 19
Philodemus, P.Herc. 182 19
Not analysed yet
δεῖ δ' ἐφιστάνειν διότι ἐν πολλοῖς ἐξίστανται καὶ παρατηροῦντες εἰς κόλασι ν εὐφυε ῖς καιροὺς περισπῶνται μ εταμελείαις συνεχόμενοι περὶ ταύτας γίνονται καὶ ὑπὸ τῶν ὑβρισμένων ληται ασε ς γεγονότων ἐχθρῶν κωλύονται σχολάζειν. ἀπροβάτους δ' αὐτοὺς ἀνάγκη γίνεσθαι καὶ τῶι μήτε καθηγητὰς ἀνέχεσθαι μήτε συσχολάζοντας, ἂν ἐπιτιμῶσι καὶ διορθῶσιν, ὡς τὰ θηριώδη τῶν ἑλκῶν οὐδὲ τὰς τῶν ἠπιωτάτων φαρμάκων ὑπομένει προσαγωγάς #26ἀλλὰ κἂν ἑτέροις ἐπιπλήττωσιν, ἀλογώτατα πρὸς ἑαυτοὺς ὑποπτεύειν ἀεὶ τὰ πάντα λέγεσθαι#26, μήτε τ οῦ διὰ συζητήσεως μετέχειν ἀγαθοῦ· τοῦτο μὲν οὐδενὸς ὑπομένοντος συνκαταβαίνειν, τοῦ το δ' ,ἂν εὕρωσι, τῶν διερ εθισμῶν οὐχ οἷον ἀνεπιστάτους παρεχομένων, ἀλλὰ καὶ μέχρ ι τοῦ