Ancient Greek · ~3 min
Column 21
Philodemus, P.Herc. 182 21
Not analysed yet
ἢ μι σουμένοις ἐπαμύνειν καιροῦ τε παραπεσόντος καὶ συνεπιτίθεσθαι. ἔχουσι δὲ καὶ ὡς ἐγώ γ' οἶ μαι ἀνελευθέρους ψυχὰς φα λεμ γενέσθαι εσποδ διαβα εκ ν αν καὶ ρικλεινι α μ ιαν τὴν ελ γ πατες ζωὴν ι νον τῶν οἰκείων ἐξ ἑκ άστου χρειῶν ἀτευκτοῦσι. κἄλλοι δὲ καὶ τῆς ἄνευ φιλίας καὶ συγγενείας ἐπιπλοκῆς ἐνίοις καὶ συλλαλήσεως διαγωγὴν ἐχούσης καὶ μάλιστα τοῖς ἰδιώταις ἐστέρηνται. τοσοῦτο γὰρ ἕκαστος ἀπολείπει τοῦ προσπελάζειν τοῖς τοιούτοις ὁμειλήσων, ὡς καὶ φεύγει περιληφθεὶς ἀπὸ τύχης ἐνκου ρείοις ἢ μυροπωλίοις ἢ συμποσίοις ἢ παρακαθίσας ἐν θεάτροις ὡς κύων τετοκυῖα· παραπλησίως δὲ οὐδ' εἰς ταὐτὸ τολμᾶι π λοῖον ἐμβαίνειν οὐδὲ γειτονεύειν· ἐᾶι γὰρ τὸ κοινωνεῖν τινος ἢ πρός τι τοιοῦτο συνκαταβαίνειν