Ancient Greek · ~3 min
Column 28
Philodemus, P.Herc. 220, 451, 1078/1080, 1669, 1693 28
Not analysed yet
τεσι μέγιστα χρησιμευόντων. Ἆρ' οὖν οὐχὶ διαβληθεὶς ἀρετηφόρος ἀνὴρ καὶ π ε ίθειν ἀδυνατῶν τοὺς ἀνθρώπους, οἷός ἐστι, κἂν τιμωρίας, οὐκ ἐλέου καὶ τιμῆς τύχοι; Τίς οὐ φησίν; Ἀλλὰ τῶν πάντων ἐστὶ παραλογ ώτατον ἀρετὴν ἄκραν καὶ διομαλίζουσαν ἀγνοηθῆναι, καὶ μὴ μόνον ἀλλὰ καὶ κακίαν νομισθῆναι. Δεῖ δὲ κατὰ τὸν τῶν ῥητόρων λόγον τοῖς εὐλόγοις προσέχειν ἀλλ' οὐχὶ τοῖς τέρατι παραπλησίοις, καὶ ταῦτα τῶν μεγίστων πολιτικῶν τὰ τοῖς πονηροτάτοις ὀφιλοῦντα συνάπτεσθαι πρὸς βῆμα κεκομισμένων, οὓς μόνους φασὶ π εισι πᾶς ἀρ ετ μέντοι κ ι δοκοῦσι δὲ μείζονας τῶν νοσούντων ὑπομένειν θεραπείας μήπου γε τὴν ἀρετήν, ὥσπερ οὐχὶ καὶ ταύτης ἀληθινῶς ἀγαθοῦ καθεστώσης ἢ θεραπείας ὑπαρχούσης, ἧστινος κα κ ίαν καταγνό ντες εἰ πολλοὶ προσφέρουσιν, ἦ παρ' ὅλον τ ὸν βίον ταῦτα προσφερόντων ἀλλ' οὐχ ἅπαξ. Ὥσθ' ἕνεκα τοῦ πλείστου λυσιτελ εῖς εἶναι