Ancient Greek · ~3 min
Column 8
Philodemus, P.Herc. 220, 451, 1078/1080, 1669, 1693 8-2
Not analysed yet
πάντες ἢ πλεῖστοι. Ἐὰν δ' ἀποτύχωσιν, οὐκ ἀγανακτοῦσιν, εἰ καθάπερ ποιμένος πρόβατα καὶ βουκόλου βόες οὕτως ἄφρονες φαύλωι μᾶλλον προσέσχον, ἀλλὰ τοῖς ὀλίγοις ἀρέσκοντα λέγειν αἱροῦνται τά τε ἄλλα καὶ τὰ περὶ τῆς τῶν πολλῶν διαθέσεως, ἔργωι δ' ἀμῦμο ν πλεῖστον ἀποδιδόασιν οὐδὲ δουλεύον τες ἀθρόοις αὑτοῖς ἑνὸς ἑκάστου βουλεύονται κυριεύειν. Οὐδ ὲ ν γὰρ ὧν ἐ πιθυμοῦσιν παρὰ τούτων ἐκπορίζεσθαι ἀξιοῦσιν οὔτ' ἐν τῶι βίωι οὔτε μετὰ τὴν τ ελευτήν. Ἀλλὰ μὴν καὶ τῶν φιλοσόφ ων τοὺς ζηλοῦντας μὲν τὰ παρ' αὑτῶν, προσποιουμένους δὲ ἐν μηδενὶ διεξάγειν καὶ φωρωμένους, ὅτι πολλὰ πρὸς αὑτοὺς καλλω πίζονται, καταφρονοῦσι μέν, ἧττον δὲ τῶν ῥητόρων ἡγοῦνται ταλαιπώρους, ὅτι τῶν ἀποτελεσμάτ ω ν γε τ ῶν ἐκείνοις προκειμένων πο λλοὶ