Ancient Greek · ~2 min
Column 15
Philodemus, P.Herc. 221, 245, 463 (olim 462), 1423 15
Not analysed yet
γράφων ὁτιδήποτε νομισθέντας σολοικισμούς, ὧν περικλινομένων ἀνάγκη πολλὰ μηδ' εἰς σύνεσιν ὅλως ἔρχεσθαι τοῖς ἀκούουσι· καὶ διά τινας ἄλλας αἰτίας ἐπὶ τούτων πλείους, ἃς οὐκ ἀναγκαῖον ἐπεξιέναι πάσας ὑποδεδειγμένου τοῦ γένους· ἐκεῖνο δὲ λέγειν, ὅτι μόνος ὁ νοούμενος ἰδίως σοφὸς εἰλικρινῶς καὶ ἀμεταπτώτως καθαρός ἐστι τῶν τοιούτων κακιῶν καὶ ὀλίγα κατὰ λόγον τῶν πρὸς αὐτὸν σύνεγγυς ὄντων κατ ον 33 εν