Ancient Greek · ~2 min
Column 17
Philodemus, P.Herc. 221, 245, 463 (olim 462), 1423 17
Not analysed yet
ὅτι δ' αἱ μὲν κατ' ἐνάργειαν, αἱ δὲ κατὰ δόξαν τίθενται, καὶ τινὲς μὲν προσδιδάσκουσιν ἔνια, τινὲς δ' οὔ, καὶ τινὲς μὲν ἐπ' οὐθὲν ψεῦδος καταφέρουσιν, τινὲς δὲ καταφέρουσι, καὶ παρὰ τὸ μὴ γινώσκειν ὅλως, διὰ τίνας αἰτίας ἀντιμεταληπτέον λέξεις ἀντὶ λέξεων καὶ τακτέον οὕτως ἀλλ' οὐχ οὕτως, μηδὲ πῶς μοχθη ρ ὸν τὸ λέγειν ἕτερον ἕτερον καὶ πῶς οὐ μοχθηρόν, μηδὲ τί τῶν ὀνομασιῶν διαφέρειν ὀνομασίας π