Ancient Greek · ~2 min
Column 19
Philodemus, P.Herc. 221, 245, 463 (olim 462), 1423 19
Not analysed yet
νη τῶν φράσεων ταῖς καθωμιλημέναις χρῆσθαι μετὰ τοῦ πρέποντος, καὶ μήτ' ἀκύρως μήτε καθολικῶς μήτε κοινῶς ἀλλὰ ῥητῶς ἐκφέρειν. Τὰ δὲ πράγμαθ' ὅτι τὰ μὲν ἀλλήλοις ὡμοίωται, τὰ δὲ διαφέρει, καὶ τὰ μὲν μᾶλλον, τὰ δ' ἧττον, τὰ δ' ὡμοίωται καὶ διαφέρει κατ' ἄλλο καὶ ἄλλο κατὰ συμβεβηκός, καὶ τὰ μέν ἐστιν ἐναργῆ τελέως, τὰ δ' ὡς ἐκ συλλογισμοῦ, δῆλον, ὅτι οὐδ' ὅλως ἐκτεθείκασιν. Τὰς δὲ νοήσεις ὅτι τὰς μὲν ἀπὸ τῆς μ 33 ει τησ