Ancient Greek · ~2 min
Column 8
Philodemus, P.Herc. 221, 245, 463 (olim 462), 1423 8
Not analysed yet
ἑκά 33 τερον, ὅτι τοῦ Κλειταρχείου. Πρὸς τίνας οὖν ἀνθρώπους ἁρμοσώμεθα καὶ ταῦτα τηλικούτου πόνου προσόντος, εἰ μὴ νὴ Δία πάντας ἐκπονήσομεν τοὺς παρ' ἑκάστοις καὶ κατὰ χρόνους εὐημεροῦντας; Οὐ μὴν οὐδ' ἐκεῖν' ἔστιν εἰπεῖν, ὅτι τοῖς γε ῥήτορσιν αὐτοῖς ἕν τι γένος λόγου καλὸν τεθεμάτισται καὶ μεταδιώκεται· μᾶλλον γὰρ ἐν τούτοις ἢ τοῖς πολλοῖς τὰς διαφόρους εὐαρεστίας κατοψόμεθα· Καίτοι πρόχειρον γ' ἦν λέγειν οὐθ' ὑπὸ τῶν τεχνιτῶν ἐπαινεῖσθαι προσαγ 33 ῥητορι-