Ancient Greek · ~4 min
Column 12
Philodemus, P.Herc. 222, 223, 1082, 1089, 1643, 1675 12
Not analysed yet
ὡς εὐνοεῖν προσδοκῶσιν ὑπ' αὐτῶν ἐξωσθήσεσθαι. καὶ σπεύδουσι μᾶλλον δ οκεῖν εὐνοεῖν τοῖς τρέφουσιν, ἤπερ οἱ φίλτατοι νομιζόμενοι, καὶ μὲν ὅμ οιον πείθονται φανερὰν ἔσεσθαι τὴν ἐνέδραν αὐτῶν τῆι παραθεωρίαι ττῆ ς χαύνης ἀναστροφῆς, καὶ τούτους ἀνελόντες εὐχειρώτους ἕξειν τοὺς ἄλλους νομίζουσιν ἢ ταττομένους ὑφ' αὐτούς, καὶ ἀβοηθήτους ὑπερηδομένων οἴονται ποιῆσαι ἵνα μὴ ἀδικῶσιν, καὶ δύναμιν ἔχουσι ΩΤΙΚΗΝ καὶ τῶν ἀναγκαίου πόθων ἐπιδ εινοῦνται* διὰ τί τοῖς προαγομένοις τῶν οἰκετῶν ζηλοτύπως ἔχουσιν; ὅτι τὰς χρείας δι' ἃς παραλαμβάνονται, φοβοῦνται μήποτ' ἐκείνων παρεχομένων, ὡς ἄχρηστοι παραβ άλλωνται καὶ κολακεύουσι τοὺς δεσπότας μᾶλλον οἱ δοῦλοι, καὶ προάγονται παρ' αὐτοῖς οἱ ταύτηι διαπρέποντες καὶ μάλιστα τοῖς κόλαξιν ἀντίκεινται παραιρουμένο ις τὰς ὑπουργίας καὶ μάλιστα παρατηροῦσιν αὐτοὺς ἐπὶ τῶν κατὰ μέρος πραττομένων καὶ παραδιδόασιν ἐπ' αὐτοφώρωι κακουργοῦντας καὶ νομίζουσιν, ἂν κλέπται φανῶσιν οἱ δοῦλοι, τὰς ἁρπαγὰς αὑτῶν ἐπ' ἐκείνους τρέψειν καὶ σπεύδοντες αὑτοῖς ὑποτάττειν αὐτούς, ἵνα καὶ στέγωσι καὶ συνεργῶσι καὶ πίστιν ἐμποιῶσ ι ν του ἔξωθεν ὅτι ΜΕ ἀλλὰ τον οικον* διὰ τί καὶ ΑΥΣ ΤΑΙΙΣ ΝΑΤΑΣ ΑΤΙΟΝ ΡΗΝ Δ μάλιστα ΚΑ ΘΕΡΟ παρὰ τῆς ΑΙ.