Ancient Greek · ~3 min
Column 2
Philodemus, P.Herc. 222, 223, 1082, 1089, 1643, 1675 2-3
Not analysed yet
κροτητος ἔσονταί τινες ὁμοιότητες· ὁ δὲ σοφὸς ὅμοιον μὲν οὐδὲν προσοίσεται κόλακι, παρέξει δέ τισιν ὑπόνοιαν ὡς ἔστι τοιοῦτος, ὅτι κηλεῖ φρένας οὕτως ὃν τρόπον οὐδ' αἱ μυθικαὶ Σειρῆνες. καὶ περὶ ἠθῶν ἐνκατασκευὴν προσκαθαρτικὸς ὁρᾶται καὶ τῶν ἀγαθῶν ἐπαινετικὸς σοφίας, διαπρέπ ει δὲ καὶ κακίας διακρίνας ἢ τὰς παρ' ἡμῖ ν ἢ πάσας. μάλιστα δὴ τῶν ἀνθρώπων τοὺς κόλακας ἐκδιώκει, καὶ πολύς ἐστι κατατρέχων τῆς διαθέσεως αὐ τῶν. καὶ τῶν ὑπαρχόντων πόλλ' ἀπολαυ ντὰ διδόασιν αὐτῶι· καὶ συγγενεῖς ἐνίων καὶ συνήθεις προτιμώμενον ὁρῶντες ἀποδιδόασιν αὐτὸν ὡς κόλακα. τοῦτο δὲ καὶ σοφισταὶ ποιοῦσι ν τὰς ἐρημίας ε γνωρίμων ἀπολ διὰ δὴ καὶ τὸν ηκ οποτεγενομε νον Ἐπικουρ υθ' ἡ βάσις