Ancient Greek · ~3 min
Column 13
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 13
Not analysed yet
σεσιν οὐθὲν ὠφελούμεθα μαθόντες, ὃ πάντως ἀναγκαῖόν ἐστιν ποιεῖν, ἐὰν μεταφέρωμεν, ἀπ' ἐμψύχων ἐπ' ἄψυχα μεταβαίνειν -ὃ καὶ ἔνπαλιν -ἢ ἀπ' ἐμψύχων ἐπ' ἔμψυχα, παραπλησίως δὲ καὶ ἀπὸ γένου ς ἐπ' εἶδος ἢ γένος ἢ ἀπ' εἴδ ους ἐπὶ γέν ος ἢ εἶδος. Ὅν δὲ τ ρόπον χρὴ ποιεῖν ἕκαστον ἀφ' ἑκάστου μεταβαί νο ντας, οὐ διδασκόμεθα. Οὐ κατὰ λόγον τ οίνυν οἱ π λείονες αὐτῶν τὰς μεταφορὰς διαβάλλουσιν καὶ μεγαλύνουσιν ἐπιφωνοῦν τ ε ς, ὅτι σκληρὰ μὲν καὶ ἀντίτυπος γινομένη πᾶσα κατάκοπος, εὐφραίνει δὲ πραεῖα καὶ ἄλυ πος, οἵαν εἶναι προσή κει, μὴ μέντ' ἀλλοτρίαν ὥσπερ ἐγκραιπαλίζουσαν. Εἶτα δι' ἐπιφωνημάτων τὴν μὲν σκώπτουσιν καὶ χλευά