Ancient Greek · ~2 min
Column 14
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 14
Not analysed yet
ζουσιν, τὴν δὲ καὶ εὐφημοῦσιν οὔσης μὲν ὄντως πονηρᾶς τῆς σκληρᾶς, ὅμως δ' οὐ δέοντος μόνον τοῦτ' εἰπεῖν ἀλλὰ καὶ διδάξαι σκλη ρὰν οὖσαν, οὐδ' ἀ ποχρώντως ἔχειν μόνον τοῖς ἀλύποις οὖσιν ὡς ἀλύπου λυσιτελοῦς, ἀλλὰ καὶ δι' ὧν καὶ πῶς αἱ ἀρεταὶ γίνονται, προσδιδάσκειν, ἐπεὶ ῥάι διον τῶι τρόπ ωι τούτωι καὶ τὰς μάλιστ' ἐπιτετευγμένας ἐξελεῖν καὶ τὰς παμπονήρους ἐνκρεῖναι τῶν με ταφορῶν, διότι τὴν αἰσχυνομένην αὐτὴν μεταφέρειν ὑπόληψιν ἐκεῖ κριτήριον λέγουσιν. οὐ μὴν ἐν οἷς παρασπῶντες ἔνιοι τῶν νέων τὴν κρίσιν ἀπὸ τῆς φιλοσοφίας οἰκείας παραινέσεις, πότε δεῖ χρῆσθαι μεταφοραῖς ἢ ἀλληγορίαις, καταγράφουσιν, δι' ἄλλων