Ancient Greek · ~3 min
Column 14a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 14a
Not analysed yet
κρείνεσθα ι διδασκόντων καὶ τῶν λογικῶν ἁπά ντ ων, κἂν μὴ συγγράφωσιν διὰ τὸ βαιὰς εἶναι τὰς θεματικὰς παρατηρήσεις, τὸ δὲ τῆς μαθήσεως ἀπόκρυφον, παντοίας δ' ὑ ποκεῖσθαι τὰς διαθέσεις. Τὰ π ολλὰ δὲ ἡ τῶν παθῶν αὐτῶν διαφορὰ σχηματίζει καὶ τὸ σῶμα καὶ τὴν φων ὴν π αραλ λαττ όντως· ὅ θεν καὶ τοὺς ἰδιώτας καὶ τοὺς βαρβάρους, εἰ μὴ καὶ τἆλλα ζῶια, τοῖς πάθεσιν ἀκολούθους τὰς μεταβολὰς ἔχοντας θεωροῦμεν. Τινὰ δ', ὧν παραγγέλλουσιν οὗτοι, καὶ φυσικῆς εὐκ ληρίας δεῖται, καθάπερ εὐμέλεια φωνῆς καὶ μεγέθη καὶ τόνοι καὶ πνεῦμα, καὶ προσώπου καὶ χειρῶν καὶ τοῦ λοιποῦ σώματος ἀξίωμά τε καὶ ῥυθμοί, καὶ τόλμα καὶ τοιαῦτ' ἄλ