Ancient Greek · ~3 min
Column 13a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 13a
Not analysed yet
κἂν ἀπαίδευτος δ' ἦι ,τὰ ἐνδεχόμενα διὰ τὸ σύνηθες προσηκόντως τοῖς πράγμασιν διατιθεμένου. Τὸ γὰρ αὖ περιχανόντας ἐν ἀ ρχῆι τὸ κοι νὸν ἐ π' ἐκεῖνο καταφεύγειν, διότι τῆς ἐν τοῖς ῥητορικοῖς ὑποκρίσεως ἀντιποιοῦνται, μαχ όμ ενόν ἐστιν τῶι σε μ νύνειν τ ὴν δύναμιν ἐπ' ἐκείνης καὶ τῆς φιλ οσοφίας βελτείω καὶ κατὰ τοῦτ' ἐμφανίζει ν· τὸ δ' ἐν τοῖς ἰδίοις ἐξοχώτερον ὑποκρείνεσθαι π οιεῖν εἰ κα ὶ τοὺς ἄλλους ἐν τοῖς ἑαυτῶν φασιν μόνον, ἐστὶν ἐπιδεχόμενο ν τὴν ὑπὸ τοῦ θέλοντος ἀντιστροφήν. Κἂν εἴπωσιν, ὅτι μόνοι τέχνας ὑπὲρ αὐτῆς παρέδοσαν, βιαιομαχήσουσι, καὶ τῶν ποιετῶν, οὐχ ὅτι τῶν ἄλλων ὑπο