Ancient Greek · ~2 min
Column 16a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 16a
Not analysed yet
τὴν γεγονέναι καὶ περιττόν, οὐχ ἁπλοῦν δὲ οὐδὲ κατὰ τὸν γενναῖον τρόπον, ἀλλ' εἰς τὸ μαλακώτερον καὶ ταπεινότερον ἀποκλείνοντα. Οἱ δ' οὖν πολλοὶ τῶν σοφιστῶν ἐοίκασιν, ἐξ ὧν γεγράφασιν, ἀθλίως ὑποκεκρίσθαι· πονηρὸν γὰρ εἰς ὑπόκ ρισιν αἱ μακραὶ περίοδοι, καθάπερ καὶ παρὰ Δημη τρίωι κεῖται περὶ τῶν Ἰσοκράτους. Ἱερώνυμος δέ φησιν ἀναγνῶναι μ ὲν αὐτοῦ τοὺς λόγους καλῶς δυνήσεσθαί τινα, δημηγορῆσαι δὲ τήν τε φωνὴν καὶ τὸν τόνον ἐπαίροντα καὶ ἐν ταύτηι τῆι κατασκευῆι μετὰ τῆς ἁρμοττούσης ὑποκρίσεως εἰπεῖν οὐ παντελῶς· τὸ γὰρ μέγιστον καὶ κεινητικώτατον παρεῖσθαι τῶν ὄχλων· ἄψυχον γὰρ αὐτοῦ καὶ ἀνυ π άκουστον εἶναι