Ancient Greek · ~3 min
Column 17a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 17a
Not analysed yet
τὴν λέξιν καὶ οἱονεὶ πρὸς ἕνα τόνον πεποιημένην, τὸ δὲ κεκλασμένον καὶ παντοδαπὸν καὶ ἐπιτάσει τε καὶ ἀνέσει καὶ ταῖς παθητικαῖς ὑπερθέσεσιν διειλημ μένον ἀποβεβληκέναι, τῆι δὲ λειότητι διὰ παντὸς δουλεύειν. Τοιγαροῦν εὐανάγνωστον μὲν εἶναι τῆς φωνῆς ὑφειμένης, ἐπαρθείσης δὲ μή, λίαν ταῖς περιό δ οις κατεπεί γ ουσαν τὸν λέγοντα, καὶ τὴν ὑπόκρισιν ἀφαιρουμένου, καὶ σχεδὸν ἐναντίαν τῆι τῶν πολειτικῶν, τὸν δὲ πολειτευομένων ἐπι σ τατήσοντα πολειτικὴν δ ε ῖν καὶ δημηγορικὴν κατακεχύσθαι λέξιν καὶ μ ὴ τ ὴν ἐπιδί φ ριον καὶ καταψιθυρίζουσαν τὸν λόγον. Ὅμοιον γοῦν εἶναι τῶι δασὺ καὶ μέγα περιθέμενον πρόσωπον παιδίου φωνὴν ἀφιέ ναι καὶ τ ὸ τοῖς Ἕλ