Ancient Greek · ~2 min
Column 43a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 43a
Not analysed yet
ἀμείνους γίνονται τῶν ὁμογενῶν, διαστελλόμεθα φάσκοντες· εἰ μὲν ἐν τοῖς ἰδίοις ἀμείνους γείνεσθαι λέγουσιν, μὴ μόνον ψεύδεσθαι φανερῶς ἀλλὰ καὶ διανοήσεως ἐκπείπτοντα πάσης, εἰ μὴ διανοητὸν ἄρα τὸν μαθόντα μουσικὸν τὰ ῥητορικὰ μουσικώτερον ἀποτελεῖσθαι τῆς ῥητορικῆς τὰ μουσικὰ μὴ διδασκούσης. Εἰ δὲ τὰ κωλύοντα τοῖς θεωρήμασιν χρῆσθαι περιαιρεῖν, τὸ τῆι φιλοσοφίαι προσὸν σφετερίζεσθαι μηδέν' εἰς τὸ τοιοῦτο φόρον προσφερομένους. Εἰ δὲ πρὸς τὸ κατεργολαβεῖν μᾶλλον ἄλλων κομψείαν τινὰ περιποιουμένους, οὔτε πάντας ἐπιδείξειν τοῦτ' ἐκποριζομένους, ἀλλὰ καὶ τοὐναντίον πολλοὺς ἀποπείπτοντας καὶ προσέτι μεισουμένους,