Ancient Greek · ~2 min
Column 42a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 42a
Not analysed yet
τοῦ ποτε γενομένην ἐξουσίαν καὶ ἐπὶ τὰς σκέψεις μετάγει τὰς πίστεως δεομένας. Ἀποτεθεωρημένων τοιγαροῦν, ὦ Γάϊε παῖ, ἁπάντων, ἃ μέρη φασί τινες καὶ διδάγματα τῆς ῥητορικῆς ὑπάρχειν, ὅτι τὰ μὲν κατέψευσται, τὰ δ' οὐδὲν χρησιμεύει τοῖς μὴ τὰ ῥητορικὰ σοφιστεύουσι, δῆλον ὅτι πομπεύεται παρ' αὐτοῖς τὸ μητέρα τῶν μαθημάτων καὶ τῶν τεχνῶν εἶναι καί τιν' ἐνθήκην καὶ ἀφετήριον τὴν ῥητορικὴν καὶ μᾶλλον ἔτι μετὰ τῆς πειθοῦς λαμβανομένην· τὸ γὰρ ὑπ' ἐνίων λεγόμενον, ὅτι καὶ βλάπτει προστεθεῖσα ἀπάταις, εἰς ἄλλον καιρὸν ἡμεῖς ὑπερβαλλόμεθα. τὸ μέντοι μαρτυρεῖσθαι διὰ τῶν ἀποτελεσμάτων, ὡς οἱ τῆι ῥητορικῆι προδιατρείψαντες