Ancient Greek · ~2 min
Column 6a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 6a
Not analysed yet
καθὸ τὸν Φοίνεικα διδάσκαλον Ἀχιλλεῖ συναπεστάλθαι φησὶν Ὅμηρος· οὐδὲ τὴν φυσικὴν περὶ λόγον ἀρετὴν κα τ' ἐξοχὴν ἰδίως ἂν προσαγορευθήσεσθαι ῥητορικήν· εἰ δέ τις βούλετα ι καὶ προσηγορεῦσθαι -διαρρήδην γὰρ εἴρηκεν πρὸ τῶν ῥητορικῶν διατριβῶν μη δὲν βεβλέφθαι τῶν πληνμελημάτων τούτων -,οὐδ' οὕτως μὲν οὖν εἶπεν ἀλλὰ πρὶν ἰσχῦσαι τὰς ῥητορικὰς διατριβάς· ὥστε μη δὲ Περικλέα μηδὲ τὸν Στεφάνου Θουκυδίδην μηδὲ τὸν Ὀλόρου τήν γε π ρόχειρον ἐκπεφευγέν αι καχεξίαν τῆς ἑρμηνείας, ἀλλὰ μηδ' ἐπιτεθεωρηκέναι· τάχα γὰρ ἐπὶ τούτων κατῆρχθαί τις ἐρεῖ τὰς διατριβάς, ἰσχυκέναι δὲ οὐδεὶς μὴ τελέως ἀναισχυντῶν. Καί