Ancient Greek · ~3 min
Column 7a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 7a
Not analysed yet
τοι διαφέρουσιν οὐδὲν οἱ καὶ μετὰ τὴν ἰσχὺν τῶν διατριβῶν ἀνιστόρητοι γεγονότες ἁπάσης τῶν πρὸ τοῦ παρελθεῖν αὐτὰς καὶ κα τισχῦσαι διαλεχθέντων, ἀλλ' οὐθὲν ἧττον ὁρῶνται φανε ρ ῶς οἱ μὲν οὐχ ἧττον ἁγνεύοντες ἐν λέξει τῶν ἄκρως διατριβικῶν, οἱ δὲ μᾶλλον, ἀναρίθμητοι δὲ τῆς οὕτω προχείρου καχε ξ ία ς. Ὀκνῶ γὰρ εἰπεῖν, ὅτι τὸν τρόπον τοῦτον, ὃν διὰ τῶν παραδειγμάτων οὗτος ὑπέδειξεν, ὁ σκαπανεὺς καὶ Μαίσων μόνος λαλεῖ, δοκῶ δὲ μηδ' ἀγυμνάστων μόνον ἐν λόγοις ταύτας εἶναι τὰς καχεξίας ἀλλὰ καὶ τὸν κοινὸν λεγόμενον νοῦν οὐ προσφερομένων, ὥστε κινδυνεύειν ἡμᾶς κατὰ τὸν λόγον καὶ τοῦτο περιποιεῖσθαι παρὰ τῆς ἰσχύος τῶν ῥη