Ancient Greek · ~5 min
Column 116
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 116
Not analysed yet
ὑποκ είμενον ὁμολογοῦσιν, ε ἰ δ' ὀχληρῶς ἢ ἐπιτερπῶς ἔ χει διαφωνοῦσιν, ἀλλὰ τὴν αὐτὴν ποιοῦνται κρίσιν . Καὶ ἐπὶ μέν γε τούτων παρά τινας προδιαθέσεις ἐνδέχεται παραλλαττούσας συμβαίνειν ἐπαισθήσεισ*, ἐπὶ δὲ τῶν ἀκοῶν οὐδ' ἔστιν ὅλως διαφορά τις, ἀλλὰ πᾶσαι τὰς ὁμοίας τῶν ὁμοίων μελῶν ἀντιλήψεις ποιοῦνται καὶ τὰς ἡδονὰς παραπλησίους ἀπολαμβάνουσιν*· ὥστε καὶ τῆς ἐναρμονίου καὶ τῆς χρωματικῆς διαφέρονται οὐ κατὰ τὴν ἄλογον ἐπαίσθησιν ἀλλὰ κατὰ τὰς δόξας· οἱ μέν, ὥσπερ οἱ τούτωι παραπλήσιοι, τὴν μὲν φάσκοντες εἶναι σεμνὴν καὶ γενναίαν καὶ ἁπλῆν καὶ κ αθαράν, τὴν δ’ ἄνανδρον καὶ φορτικὴν καὶ ἀνελεύθερον,* οἱ δὲ τὴν μὲν αὐστηρὰν καὶ δεσποτικήν, τὴν δὲ ἥμερον καὶ πιθανὴν προσονομάζοντες (ἀμφότεροι δὲ ἃ μηδετέραι πρόσεστι ν ἐπιφέροντες’, οἱ δὲ φυσικώτεροι τὸ πρὸς ἀκοὴν ἐξ ἑκατέρας δρέπεσθαι κελεύοντες, οὐδὲν ἄρα τῶν συναπτομένων οὐδετέραι προσεῖναι κατά γ’ αὖ τὴν φύσιν αὐτῆς νομίζοντες . Τὰ δ' ἀνάλογα καὶ ἐπὶ τῶν ῥυθμῶν καὶ μελοποιϊῶν· καὶ πρόδηλ ό ν ἐστιν ὡς ἡ μουσική, κἂν ἦ ι πολυειδεστάτη, καν υγωι προσούσας α ὐτῆι τῶν ἠθῶν ἐπιφάσεις οὐδέποτε κ ι νήσει κ ας λε κεινεῖν· διό φησ ι τ π οιοταδ ο σεις ς