Ancient Greek · ~5 min
Column 117
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 117
Not analysed yet
ψυχῶν κοινὰς ἅτε ἀπαραλλάκτους καθεστώσας . Καὶ διὰ τοῦθ' ὁ ζητῶν μουσικὸς τὴν τοιαύτην σύνεσιν ἧι δυνήσεται διαγινώσκειν αἱ ποιαὶ τῶν αἰσθήσεων πῶς διατεθήσονται, τῶν ἀνυπάρκτων ἐπιστήμην ζητεῖ* (καὶ τὰ πρὸς τοῦτο κενῶς παραδίδωσινʼ, ἐπειδήπερ οὐδὲν μέλος, καθὸ μέλος ἄλογον ὑπάρχον, ψυχὴν οὔτ' ἐξ ἀκεινήτου, καὶ ἡσυχάζουσαν, ἐγείρει καὶ ἄγει πρὸς τὴν κατὰ φύσιν ἐν ἤθει διάθεσιν, οὔτ' ἐξ ἀι ττούσης καὶ φερομένης πρὸς ὁτιδήποτε πρανει καὶ εἰς ἠρεμίαν καθίστησιν, οὐδ' ἀπ' ἄλλης ὁρμῆς ἐπ' ἄλλην ἀποστρέφειν οἷόν τ’ ἐ σ τὶν οὐδὲ τὴν ὑπάρχουσαν διάθεσιν εἰς αὔξησιν ἄ γειν καὶ ἐλάττωσιν. Οὐδὲ γὰρ μιμητικὸν ἡ μουσική, καθάπερ τι νὲς ὀνειρώττουσιν, οὐ δ' ,ὡς οὗτος, ὁμοιότητας ἠθῶν, οὐ μιμητικὰς δέ, ἔχει, πάντως δὲ πάσας τὰς ἠθῶν ποιότητας ἐπιφαίνει τοιαύτας ἐν αἷς ἐστι μεγαλοπρεπὲς καὶ ταπεινὸν καὶ ἀνδρῶδες καὶ ἄνανδρον καὶ κόσμιον καὶ θρασύ, μᾶλλον ἤπερ ἡ μαγειρική. Δ ιόπερ οὐδὲ καθ' ἑαυτ ὰ κειν εῖ διαφόρως οὐδὲ κατὰ τὴν ἀλλήλοις μεῖξιν οὐδὲ τὰς ἐναντί ας ἀλλήλ αις διαθέσεις, ὅσον ἐπὶ τοῖς πρὸς ἀκοὴν ἐπαισθήμασιν ἐκ μιμη μάτων ἔστιν δημιουργ εῖν. *Ἃ δὲ λέγει πρὸς τὸ μαρτυρήσασθαι κίνησιν κινο ῦ σαν σύνολον θέ ατρον π ε ρ ὶ ἀνομοίων εὖ διακείμενον, οἰκειότερον ἐν