Ancient Greek · ~5 min
Column 124
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 124
Not analysed yet
πό ημα· καὶ τὸ μόνον λέγειν ὅτι τὸ τοῦ Κρέξου πόημα, καίπερ οὐκ ὂν ἀνάρμοστον, πολὺ σεμνότερον φαίνεται, τοῦ μέλους προστ εθέντοσ,* καὶ τοὺς ὕμνους τοὺς ἐν Ἐφέσωι καὶ τ οὺς ὑπὸ τῶν ἐν Λακεδαίμονι χ ο ρῶν ἀιδομένους μηδὲν ποήσειν παραπλήσιον, ἀφαιρεθέντος, ἀποχρῆν ἐνόμισεν πρὸς ἀπόδειξιν τοῦ μᾶλλον κεινεῖν, οὐθὲν π ρολο γαγισάμενος ὅτι ῥαιδίως πρὸς αὐτὸν ὁ μὲν ἐρεῖ μηδὲ ἓν πρὸς σεμνότητα καὶ λογιστικὴν ἔμφασιν ποιεῖν τὸ μέλος διαφορώτερον, ἀλλὰ τέρψιν ἀκοῆς προστιθέναι μόνον, ὁ δὲ διὰ τὴν προσυπολαμβανομένην τιμὴν τῶν θεῶν καὶ τῶν ἀνδρῶν, οὐ διὰ τὸ μέλος, ἐ μφαίνεσθαι τὴν καταλλαγήν, ὁ δὲ τάχ' ἴσως τοῦτο μὲν γίνεσθαι, τὴν δ ὲ διάνοιαν τοῦ ποήμ α τος ἀιδομένου καὶ προςνασθαι Τὸ δ' ὑπὸ τῶν ἀρχαίων τετιμῆσθαι τὴν μουσικὴν ἰδιώτηι μὲν καὶ ἀπαιδεύτωι τεκμήριον ἡγεῖσθαί γ' εὐχρηστίας συγγνωστόν, πεπαιδευμέν ωι δὲ καί, μᾶλλον ἔτι, φιλοσοφοῦντι πᾶν ὄνειδος ἐστ ι · πῶς γὰ ρ καὶ μαντικὴ πολλῆς ὑπὸ ν έων ἀξιούμένη τιμῆς καὶ μύρια ἄλλα τῶν μηδὲν ἀγ αθὸν παρασκευαζόντων, ἔνια δὲ καὶ παμπονηρὰ προενηνεγμένα καὶ φιλ οσοφίαι μὴ τιμώμε νά γε, κ αὶ τὰ πρὸς τὰς αἰσθ ήσεις ο