Ancient Greek · ~5 min
Column 123
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 123
Not analysed yet
νον ἐπιδείξαντα τὸ παραδοξότερον ἐπιφέρειν, οὐ μόνον δὲ τὸ σῶμα λέγοντ' ,ἀλλὰ καὶ τὴν ψυχήν πως διατίθησιν . Οὐ μὴν ἀλλὰ θαύματος ἄξιον, πῶς ἐξ οὗ λέγει δείκνυται τὸ καὶ τὰ σώματα*· τὸ γὰρ πρόσωπον τὸ σχηματισθὲν ὡς τὸ τῶν ἀιδόντων ἐκείνησε καὶ παρέστησε πρὸς τὴν ἐνεργείαν τῆς ὠιδῆς, οὐ τὸ μέλος ἐκίνησεν τὸ σῶμα καὶ διέθηκέ πως, εἰ μὴ μέλος ἐστὶν ὁ σχηματισμός . Τὸ δὲ τὸν ζωγράφον ἐπιτυχεῖν τῆς ὁμ οιότητος, ὅτ' ἦισεν ὁ κιθαρωι δός, ὑπὸ μὲν τοῦ μέλους τὴν ἐπιτυχίαν ἐ θέλει ποιεῖν· ἀλλὰ τῆς ψυχῆς αὕτη ἐ στὶ μᾶλλον ἤπερ ἡ τῶν καθελκόντων*· ἰσχὺν γὰρ ἐμφαίνει προσειληφότας, ὅπερ ἐστὶν σωματικόν· ὥστ' ἐχρῆν ἐνηλλαχέναι καὶ διὰ μὲν τοῦ ζωγράφου τὸ τὴν ψυχὴν κινεῖσθαί π ω ς προσβιβάζειν, διὰ δὲ τῶν καθελκόντων τὸ καὶ τὰ σώματα . Ἄλλως δ' ἐπεζήτησεν ἄν τις ὑπερηδέως τί τῆς ὠιδῆς συμβαλλομένης ὅμοιον ἔγραψεν, ἀδυνατῶν πρότερον· οὐ γὰρ δὴ καὶ τεχνικωτέρους γε ποιεῖν τὸ μέλος ἐνόμιζεν, ἢ μακάριο ς ἦν τῆς συνέσεως . Ὁ δ' ἐπάγει τοῖς θαύμασιν τούτοις ἄλλα τέρατα, κινητικὸν λέγων μᾶλλον εἶναι τῆς λογιστικῆς διανοίας ντα ς τ ὸ μ έ λος αὐτὸ διαν ι παυ