Ancient Greek · ~4 min
Column 126
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 126
Not analysed yet
των τι βαρβιτ ίξαι, θυμὸν ἀμβλὺν ὄντα καὶ φων ὴν ἐν οἴνωι, καὶ γλυκὺ τρωγάλιον αὐτὴν εἶναι λεγόντων παρὰ τὰ δεῖπνα · τοῦτο μὲν ἐφωνεῖθ’, ὡς ἐπεγειρόντων τινῶν μελῶν καὶ τὴν διάνοιαν ἐντεινόντων πρὸς τὴν ὁμιλίαν καὶ τὴν ἁρμόττουσαν ἀναστροφήν. Τὸ τοίνυν ὑπὸ τῶν ἀρχαίων καὶ πρὸς ἀγωγὴν παραλαμβάνεσθαι παίδων εἰς ὑποτύπωσιν ἀρετῆς τέτευχε λόγου, πλὴν ἴσως τῆς εὐσεβείας, πρὸς ἣν ἡδέως ἂν ἠκούσαμεν αὐ τ οῦ τίνας ὑπολήψεις συμβαλλομένας κατά γε τὸ μουσικὸν εἶδος ὑποτυποῖ*· τῶι δὲ καὶ πρὸς τὴν τῶν ἀνδρῶν, ὥστε καὶ τότε ἐνεργεῖν*, πῶς οἱ κωμικοὶ ἐ π ιμαρτυροῦσιν ἐπιζητῶι*· τὸ γὰρ μεμουσῶσθαι μόνον ἐπαι νοῦσιν καὶ τ ὸ μὴ λοιδορο ῦ ν τ ε ς τῶν χειροτονιῶν ἀπείργ ουσιν· ὧν τὸ μὲν γεγονέναι, τὸ δὲ μηδαμῶς, παίδων ὑπαρχόντων καὶ νέων, δύναται λέγεσθαι καὶ ἔ χ ε ι ν οὕτωσ*· εἰς γὰρ δὴ τὴν ἀνδράσιν ἐσομένην ἀρετὴν προετυποῦντο*· τ ί γὰρ δεῖ λέγειν ὑπὲρ τοῦ τὸν φιλόσοφον ὡς ἀξιοπιστοτέρων ἑαυτοῦ τὰς φ άσεις τῶν βωμολοχωτάτων ἀποδείξεις νομίζειν κ α ὶ αμενον χενειν τιτα ἀπειχ νειν μαστοερ οὐχὶ των ρατην ως ἐροῦμεν κατακε