Ancient Greek · ~4 min
Column 130
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 130
Not analysed yet
λὰ γὰρ ἐπεὶ πρὸς ἐρωτικὴν ἀρετὴν οὐ φαίνεθ' ἡ μουσικὴ συνεργοῦσα, δῆλον ὡς οὐδὲ πρὸς ἥν φησιν οἰκείαν αὐτῆς εἶναι, τὴν συμποτικήν, καὶ τὰ συμπόσια κοινῶς· ἐγὼ δ' οὔτ' εἶναι τὴν καλουμένην συμποτικὴν ἀρετήν, ἀλλ' οὐχὶ τὴν ὑπὸ τούτων πλασθησομένην ἀπὸ φρονήσεως ἡγοῦμαι, τάχα δ' οὐδὲ πίπτουσαν εἰς φρονίμουσ*, οὔτε συμποσίοις ἔρωτας ἐναρμόττειν, ὡς ἂν ταραχώδεις καὶ ἀτερπεῖς καὶ διαστατικοὺς τῶν συνόντων ὑπάρχοντας . Τὴν μέντο ι μουσικὴν οἰκείαν μὲν ε ἶ ναι συμποσίων, καὶ τὰ παρ' Ὁμήρωι δεόντως ἐπισεσήμανται*· διὸ δούς, ἔτι δὲ καὶ τὸ δεῖν ἀνίεσθαι καὶ παίζειν ἐν αὐτοῖς, οὐ δώσω τὸ μηδεμίαν εἶναι πρεπωδεστέραν ἐλευθέροις ἄνεσιν καὶ παιδιὰν τοῦ τὸν μὲν ἆισα ι, τὸν δὲ κιθαρίσαι, τὸν δὲ χορεῦσαι, τ ῶι τὰς κρούσει ς ἀμείνους εἶναι κα ὶ κατὰ μουσικὴν τὴν ἐξ ἀκουσμάτων, οὐ τὴν αὑτῶν . Οὐχ ὁμολογήσω δ' οὐδ' ἐκκαλεῖσθαι τὸν οἶνον ἐξ ἀνάγκης καὶ τοὺς φρονίμους ἅπαντα ποιεῖν ὅσα φησ ί ν· ἃ γὰρ προκλης ουες και νειν κ α αυτῶν ὑπαρχοντα τοει αμενον ἀποειη τουτνεχεωσπυμεναλ ς νε ν ς κλ φιαιφε ειμ