Ancient Greek · ~4 min
Column 129
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 129
Not analysed yet
σεν, εἴπερ ἄρα . Καὶ μὴν οὐδὲ παραμυθεῖσθαι δύναται μουσικὴ τὰς ἐν ἔρωτι δυσπραξίασ* (λόγου γὰρ μόνου τὸ τοιοῦτον’, ἀλλ' ἀνεπιβλήτους ποιεῖ περισπῶσα, καθάπερ ἀφροδίσια καὶ μέθη . Ποήματα δ' εἰ προαιρεῖται, διδόσθωι, καὶ Φιλόξενον, εἰ τοῦτ' ἠινίττετο, μὴ τελέως ψεύδεσθαι, καθάπερ οὐδὲ Μένανδρον, πονηρῶς ὑπέκκαυμα πολλοῖς αὐτὴν λέγοντα τῶι διδόναι τινὰς ἀφορμάς. Ἡ μέντοι γ' Ἐρατώ, ζητῶ πῶς τὸ συμβαλέσθαι τὴν ἰδίως καλουμένην μουσικὴν πρὸς τὴν ἐρωτικὴν ἀρετὴν ἐρρήθη δηλοῦν μᾶλλον ἢ τὴν ποητικὴν ἤ, βέλτιον ἔτ ι, τὴν σοφίαν (ἅπαντα γὰρ δὴ ταῖς Μούσαις ἀνατέθηται καὶ τὸ λ α γνείαν ὑποβάλλειν, ἀ λ λ’ οὐ τὸ διαμάχεσθαι πρὸς τὸ πάθοσ*· σιωπῶ γὰρ ὅτ ι τ ὸν δρείμυν ἐλάνθανε κ α ὶ τὸ πᾶσαν ὁρμὴν καὶ ἐπιθυμίαν ὑπὸ τῶν παλαιῶν ἔρωτα καλεῖσθ' ,ἀωρότατον δὲ τοῦτο πρὸς ἀνάληψιν παιδείας νομίζεσθαι, καὶ τὸ μὴ πάνυ παρθένοις πρέπειν τὸν ὕστερον μόνον ἔρωτα προσαγορευόμενον’, εἰ δὴ προσῆκε καὶ ἀπὸ τῶν ὀνομ άτων ἐκκρέμασθαι καὶ τούτων ἅ τις ἐρωτικὸς ἰδίως ἔθετο*, καθάπερ τἆλλα, κατὰ τὰς ἰδίας προσ κλίσεις, ἢ πείθεσθαι τοιαύτας εἶναι δαίμονας ἧι πάντως πρ οσονομαζομένας . ἈλΙΓ